Ancient Greek
Volume 2
Zosimus Alchem., Περὶ αἰθαλῶν (e cod. Venet. Marc. 299, fol. 116v) 2.252
Not analysed yet
Μετὰ δὲ τὴν τούτου ἰοποίησιν, ἀνεκομίσαντο αἰθάλας, καὶ προσέπλεξαν <μετὰ> τῶν λειπομένων σκωριῶν, καὶ οὕτως ἔσχον τὸ πέρας, ἐντεῦθεν ξηρίον τοῖς σώμασιν ἐπιβάλλοντες διὰ τὸ λέγειν Ζώσιμον· «Οὕτω γὰρ τὰ μὲν πνεύματα σωματοῦνται, τὰ δὲ νεκρὰ σώματα ἐμψυχοῦνται, τῆς ἀπ' αὐτῶν ψυχῆς πάλιν αὐτοῖς εἰσκριθείσης, καὶ θεῖον ἔργον ἀποτελοῦσιν, ἀμφότερα ἄλληλα κρατοῦντα καὶ ὑπ' ἀλλήλων κρατούμενα. Τὸ γὰρ φεῦγον πνεῦμα τοῦ διώκοντος σώματος ἔτυχεν, διδαχθέντος ἤδη πυριμάχειν ἐν τῷ πυρί. Καὶ τοῦτο ἐστιν, ὡς οἶμαι, τὸ τοῦ φιλοσόφου ὕδωρ ἀσβέστου ἢ σανδαράχης, ὕδωρ νίτρου, ὕδωρ φέκλης, τὸ ἀπὸ τῆς τέφρας τῶν θειωδῶν σκευαζομένων, ὕδωρ πρωτόστακτον.» Δεῖ οὖν αὐτὴν ἀποστάζειν ὡς τὴν σαπωναρικὴν στάκτην, καὶ ἔχειν αὐτῆς τὰ ὕδατα· σαπωναρικὴ δὲ, φησὶ, στάκτη οὐδέποτε ἐξαιθαλοῦται, ἀλλὰ καταστάζεται. Πῶς οὖν, ὦ ἀγαθοὶ, Ζώσιμός φησιν ὅτι οὐδαμοῦ ἕστηκεν ὁ νοῦς τῶν γραφῶν, εἰ μὴ ἐν τῷ ὀργανισμῷ τῷ ἀνασπῶντι τὸν χαλκόν· καὶ ὅτι τὸ πέρας τῆς τέχνης ὧδε οὐκ ἦν, ἀλλ' ἐν τῷ διοργανισμῷ καὶ τῇ τούτου πήξει. Ἕτεροι δὲ μόνον τοῖς ληκύθοις ἕχρισαν ἐπ' ἄμφω τῷ συνθέματι, καὶ ἀνακομισάμενοι τὸ ὕδωρ, προσέπλεξαν τῇ οἰκείᾳ ἀσβέστῳ λειώσαντες ἐν θυείᾳ, οὐ σταθμῷ, ἀλλ' ὅσον ὑπερέχει τὸ ξηρὸν τοῦ ὑγροῦ, δακτύλους δύο, ἢ τρεῖς, ἢ τέσσαρας.