Ancient Greek
Volume 2
Zosimus Alchem., Περὶ τοῦ τριβίκου καὶ τοῦ σωλῆνος (e cod. Venet. Marc. 299, fol. 194r) 2.237
Not analysed yet
ὁ τρίβικος. Ἔστω σωλὴν εἰς πυθμένα χαλκείου ἐντεθειμένος, μῆκος πήχεως αʹ𐅶ʹ. Τῷ αὐτῷ τρόπῳ καὶ βίκος εἷς· καὶ ὑποκάτω λωπὰς θείου ἀπύρου, εἰς ἣν συναρμόζει τὸ χαλκεῖον καὶ περιπηλοῖ στέατι ἢ κηρῷ, ἢ πηλῷ, ἢ ὡς βούλει· καὶ καύσας, ἀνάσπα. Ὁ δὲ τύπος οὗτος. Ἐγέλασά σοι καὶ εἰς ἐξάκουστον ἐν ταῖς τάξεσι τῶν ὀργάνων τούτων. Φησὶ γὰρ· «Εἰς ἑκάστην ἐχέτω ἡ λωπὰς μνᾶν θείου ἀπύρου.» Καὶ ἐθαύμασά σε καὶ ἐν τούτῳ ὅτιπερ οὐκ ἀνασχομένη τοῦ φθόνου ἠξίωσας καὶ ταῦτα γραφῆναί σοι. Τάχα δὲ καὶ εἰς κατάγνωσιν ἧκες τοῦ φιλοσόφου, ὅτιπερ ἐτόλμησεν εἰπεῖν ὅτι· «Ταῦτα ἑκὼν παρεσιώπησα διὰ τὸ ἀφθόνως αὐτὰ κεῖσθαι ἐν ταῖς ἄλλων γραφαῖς . . . στέατι, ἢ κηρῷ, ἢ πηλῷ, ἢ ὡς βούλει, καὶ καύσας, ἀνάσπα. Ὁ δὲ τύπος οὗτος ἐν γραφαῖς. Καὶ ἐνκύψασα εἰς ἀκάματον φθόνον, κατέγνως τοῦ φιλοσόφου μάτην. Οὐ γὰρ ἐνόησας τί εἶπεν. Οὐκ εἶπεν γὰρ, ὡς καὶ ἐν τοῖς πρότερον ὑπομνήμασιν, ὅτι «τῶν ὑδάτων ἡ ποίησις», ἀλλὰ «ἡ ἄρσις.» Ἕτερον γάρ ἐστι ποίησις, καὶ ἕτερον ἄρσις. Οὐχ ὑδράργυρον αὐτῶν εἶπεν ἀφθόνως γεγράφθαι· τὴν δὲ ποίησιν οὐδεὶς αὐτῶν ἐξέθετο· τοῦτο γὰρ ἦν τὸ ἐμφανὲς μυστήριον, τοῦτό ἐστιν τὸ σφόδρα κεκρυμμένον. Ἡ οὖν ἄρσις τοιάδε ἐστὶν, ἡ διὰ τούτων τῶν ὀργάνων καὶ τῶν ὁμοίων, τῶν ὡς ἀπὸ τοῦ νοὸς γινομένων. Καὶ μάλιστα ἐὰν [εἴ] τις προπαιδευθῇ τὰ πνευματικὰ Ἀρχιμήδους, ἢ Ἥρωνος καὶ τῶν ἄλλων καὶ τὰ μηχανικὰ αὐτῶν. ΠΕΡΙ ΕΤΕΡΩΝ ΚΑΜΙΝΩΝ. —Ἐπειδὴ ἑξῆς ὁ λόγος ἡμῖν περὶ καμίνων καὶ καταβαφῆς πρόκειται, οὐ βούλομαι πρὸς σὲ ποιεῖσθαι ἐμπεσοῦσαν ταῖς ἄλλων γραφαῖς. Καὶ γὰρ παρὰ Μαρίᾳ· «Ἡ τῆς ὁρωμένης καμίνου οὐ κεῖται διαγραφὴ, ἧς ὁ φιλόσοφος οὐκ ἐμνημόνευσεν, οὐ μόνον πρισμάτων