Ancient Greek
Volume 2
Zosimus Alchem., Περὶ τοῦ τριβίκου καὶ τοῦ σωλῆνος (e cod. Venet. Marc. 299, fol. 194r) 2.238
Not analysed yet
καὶ τῶν ἄλλων περὶ ὧν ἠρέμα ἐν τῷ περὶ ποσότητος πυρὸς ὑπομνήματι διέλαβον.» Ἵνα οὖν μὴ δόξῃ τι λείπειν τοῖς σοῖς γράμμασιν, ἔστω παρὰ σοὶ καὶ ἡ κάμινος Μαρίας, ἧς καὶ ὁ Ἀγαθοδαίμων ἐμνημόνευσεν ἐν τῷ λόγῳ οὕτως· «Ἡ δὲ τῆς κηροτακίδος τοῦ κρεμαστοῦ θείου τάξις οὕτως γίνεται. Λαβὼν φιάλην, σμέρησον, ἢ λίθῳ παράτεμε τὸ μέσον κυκλοτερῶς τὸν πυθμένα τῆς φιάλης, ἵνα ἐμβῇ κάτω ὀξύβαφον σύμμετρον. Καὶ βαλὼν ὀστράκινον ἄγγος λεπτὸν, προσηρμοσμένον τῇ φιάλῃ, ἵνα ᾖ κρεμαστὸν ἐκ τῆς φιάλης ἄνωθεν ἀπ' αὐτῆς ἀντεχόμενον· φθανέτω δὲ ἐπὶ τὴν σιδηρᾶν κηροτακίδα. Καὶ ἐπιθεὶς ὃ βούλει πέταλον, ἢ ὃ ἂν ἡ γραφὴ αἰτῇ ὑπὸ τὸ ἄγγος καὶ ὑπὸ τὴν κηροτακίδα ἅμα τῇ φιάλῃ, ἵνα ἔσωθεν βλέπῃς, καὶ συμπεριπηλώσας τὰς ἁρμογὰς, ἕψε ἐφ' ἃς λέγει ὥρας ἡ ἡμετέρα ἡ τάξις. Τοῦτό ἐστι τὸ κρεμαστὸν θεῖον, καὶ κρεμαστὸν ἀρσένικον ὁμοίως. Δίδου τρυμαλίαν λεπτὴν βελόνης, μέσον τοῦ ἄγγους.» Ὑαλῆ ἄλλη φιάλη ὕπωμος τε· ἢ τω δὲ τὸ ἄγγος τὸ ὀστράκινον ἐοικὸς τοῖς τῶν ὀρβίων κύβοις, ἀλλ' ἐοικὸς τοῖς τῶν ἀγγείων κύβοις. Ἡ δὲ κάμινος φουρνοειδὴς, φησὶν ἡ Μαρία, ἔχουσα ἄνω τρεῖς μαζοὺς, ἢ ἀνοχὰς, ἢ σύροντας. Καῦσον δὲ καλάμοις ἑλληνικοῖς κατὰ πρόβασιν, νυχθήμερα δύο ἢ τρία, πρὸς ὃ ἔχει ἡ βαφή· καὶ ἄφες ἀποφρυγῆναι ἐν τῇ καμίνῳ. Κατάσπα δὲ δι' ὅλης ἡμέρας ἄσφαλτον, ἐπιβάλλων ἃ οἶδας, καὶ χαλκὸν λευκὸν ἢ ξανθόν. Δύναται δὲ ὧδε γενέσθαι, καὶ τὸ ἠθμοειδὲς ὄργανον λευκαίνει, ξανθοῖ, ἰοῖ, παροπτᾷ, ἀντέσματα ποιεῖ, μαλαγμάτων καταβαφὰς, καὶ ὅσα ἂν ἐπινοῇς. Ἡ δὲ ποίησις αὐτῆς αὕτη.