Ancient Greek · ~6 min
Volume 2
Zosimus Alchem., Περὶ τοῦ χρηστέον στυπτηρίᾳ στρογγύλῃ ἀντίλογος (fort. pars operis Χειρόμηκτα) (e cod. Venet. Marc. 299, fol. 151r) 2.172
Not analysed yet
ὑφ' ἓν γενόμενα ἕν τι τῶν σωμάτων καλοῦσι, μάλιστα τὸν χαλκόν· καὶ σῶμα μαγνησίας φάσκουσιν οἱ φιλόσοφοι. Οὐ μόνον δὲ νεφέλη ποιεῖ τὸν χαλκὸν ἀσκίαστον, ἀλλὰ καὶ ὁ χαλκὸς ἀπεδείχθη τὰ ὅλα· ὥσπερ καὶ σῶμα τῆς μαγνησίας ἄρα μετὰ ὅλων πήγνυται. Λαβὼν γὰρ, φησὶν, ὑδράργυρον, πῆξον τῷ τῆς μαγνησίας σώματι. Ἆρα οὖν τὴν νεφέλην ζητοῦμεν ἀναλαβεῖν τὸ πᾶν, ἵνα οὕτως πήξωμεν; Πᾶσαι γὰρ αἱ γραφαὶ ἄνω καὶ κάτω· «ἀναλαβὼν νεφέλην». Ἐμάθομεν δὲ ἐκ τῆς πείρας ὅτι εἰ μὴ χρυσὸς, καὶ ἄργυρος, καὶ κασσίτερος, καὶ μόλυβδος, καὶ ἡ νεφέλη οὐκ ἀναλαμβάνει. Καὶ λοιπὸν τί ποιοῦμεν τοὺς λίθους καὶ τὸν σίδηρον; Αἱ ἄλλαι γραφαὶ λέγουσιν· «Φάκινον δεῖ ποιεῖν τὸ πᾶν καὶ ἀναλαμβάνειν ὑδροκομίῳ.» Ἄλλοι δὲ οὕτως τὴν νεφέλην περιγίνονται· Ἔγωγε νομίζω βέλτιον εἶναι κιννάβαριν συλλειοῦν· πλὴν, ὡς οἶδε τις αὐτὴν γεννῶσαν δι' ἑψήσεως ἧς χρῄζει νεφέλην, καὶ οὕτως κατεργάζεται.» Καὶ γὰρ οἰκονομούμενα ἐν τῷ ἡλίῳ τὰ εἴδη ὕδατι ἢ ὄξει νεφέλην ἀποτίκτουσιν· καὶ τοῦτο διὰ πείρας ἐπιστάμεθα. Καὶ πᾶσαι αἱ γραφαὶ καὶ Χύμης καὶ ἡ Μαρία φησίν· θυεία μολιβδίνη καὶ δοίδυξ μολίβδινος· κιννάβαριν ὄξος λύει ἐν ἡλίῳ ἕως γένηται νεφέλη· ὁμοίως καὶ ἐπὶ κασσιτέρου πάλιν τὸ αὐτό· πάλιν δὲ ἑψόμενα ἤτοι καιόμενα ἢ πηγνύμενα ἢ βαπτόμενα, εἰώθασιν ἀναδιδόναι μάλιστα τὴν νεφέλην, ἐὰν τεχνικῶς ἑψηθῇ· καὶ ὅπερ κάμνει τις τῇ τῶν ὅλων ἀναλήψει, ταῦτα ἡ κιννάβαρις δυνάμει οὖσα, νεφέλην δρᾷ, καὶ διαβαίνει, μετὰ πάντων λειωθεῖσα. Ἀλλ' ἴσως ἐρεῖ τις ὅτι βέλτιον τὴν νῦν πεπηγμένην συλλειοῦν νεφέλῃ ἰουμένῃ, ὅτι ἁπλῆν πῆξιν αἱ γραφαὶ οὐ λέγουσιν, ἀλλὰ τὴν κατὰ πάντων λευκὴν ἐπιβληθεῖσαν τῷ ἡμετέρῳ χαλκῷ