Ancient Greek
Volume 2
Zosimus Alchem., Περὶ τοῦ χρηστέον στυπτηρίᾳ στρογγύλῃ ἀντίλογος (fort. pars operis Χειρόμηκτα) (e cod. Venet. Marc. 299, fol. 151r) 2.173
Not analysed yet
ποιεῖν αὐτὸν ἄσκιον ἄργυρον. Οὕτως ὁ κατὰ παντῶν Στέφανος, τουτέστιν καθ' ὅλων τῶν εἰδῶν τὴν ἁπλῆν φαντάζεται· εἰ δὲ καὶ ἁπλῆν λέγουσιν, ἴστε πάντες ὡς οὐδὲν δρῶσιν· προσεκπνεύσασα γὰρ διὰ τῆς πήξεως εἰς τὸ πῦρ, καὶ ἀπολέσασα τὸ πνεῦμα τὸ βαπτικὸν, οὐδὲν δρᾷ. Ἡ δὲ κιννάβαρις ἑψομένη μετὰ τῶν εἰδῶν οὐκ ἀπολεῖται τὸ πνεῦμα· διωκόμενον γὰρ αὐτῆς τὸ πνεῦμα, τουτέστιν ἡ νεφέλη ὑπὸ τοῦ πυρὸς, καὶ ἀναδιδομένη εἰς φυγὴν κατέχεται ὑπὸ τῶν συγγενῶν καὶ διωκόντων αὐτὴν σωμάτων, μάλιστα τοῦ κασσιτέρου. Ἔχομέν τινα συνηγοροῦντα, ἃ δεῖ χρήσασθαι στυπτηρίᾳ στρογγύλῃ ἀντὶ νεφέλης. Καὶ ἡ Μαρία συνηγορεῖ λέγουσα· «Αἱ δὲ χύσεις τῶν καταβαφῶν γίνονται ἐν ληκυθίοις χλωροῖς, τὸ πῦρ ἐκ προσαγωγῆς.» Ἡ δὲ κάμινος φουρνοειδὴς, ἔχουσα ἄνω τοὺς μαζούς. Ἐὰν δὲ μὴ εὐπορήσῃς, βάλε στυπτηρίας στρογγύλης τὸ διπλοῦν, ἤγουν κινναβάρει χρωϊσάμενον, τὸ αὐτὸ δρᾶσαι κάλλιον· ἐπειδὴ μετὰ ἄλλων φακινίνων καὶ εὐεργές. Ἡ γὰρ νεφέλη ἀναλαβοῦσα μόνον τὰ δʹ σώματα. Λέγουσι γάρ τινες ὅτι καὶ ἐκ τῶν ἄλλων σωμάτων ἀναλαμβάνεται, καὶ μάλιστα τῆς χρυσοκόλλης· ἐγὼ δὲ οἶδα ὅτι μόνον χρυσόκολλα οὐκ ἀναλαμβάνει, ἀλλὰ τάχα οὐδὲ ζῶντα καὶ ἐκλειωθέντα τὰ σώματα πάντα φέρουσι τὴν νεφέλην. Ὅτι παρὰ Ἀγαθοδαίμονος εἴρηται ὅτι ἡ χρυσόκολλα καὶ ἡ νεφέλη φίλαι ἀλλήλων εἰσίν· καὶ ἀναλαμβάνει αὐτήν. Καὶ ἡ μὲν ὡς τὰ ῥινίσματα [φίλαι ἀλλήλων], ἡ δὲ οὐδὲ διὰ τῆς συλλειώσεως τῆς κιννιβάρεως ἔχει τὴν φιλίαν. Ἀμφότερα γὰρ ξηρὰ ὄντα συλλειοῦνται, καὶ κατὰ τοῦτο φίλαι εἰσίν. Πάλιν δὲ, δυνάμει οὖσα, νεφέλη τὸν δυνάμει χαλκὸν ἀπεργάζει· καὶ εὑρίσκονται φίλαι.