Ancient Greek · ~2 min
Volume 2
Zosimus Alchem., Περὶ τοῦ χρηστέον στυπτηρίᾳ στρογγύλῃ ἀντίλογος (fort. pars operis Χειρόμηκτα) (e cod. Venet. Marc. 299, fol. 151r) 2.174
Not analysed yet
Δεῖ δὲ ζητεῖν ὅπως τὰ πάντα ἀναλήψεται ἡ νεφέλη, οὐ μόνον ζῶντα λελησμένα σώματα, ἀλλὰ καὶ κεκαυμένα. Καὶ γὰρ τῇ ἀληθείᾳ καὶ μέταλλα ἀναλαμβάνει, μάλιστα ὅσα χαλκοῦ γένεσιν ἔχουσι. Εἰ δὲ οὐκ εὐπορεῖς, βάλλε κινναβάρεως τὸ διπλοῦν· πάντων δὲ εὐπορία. Τὸν δὲ καὶ νοῦν ὁ φιλόσοφος αἰνίττεται. Δεῖ σε οὖν πάντα ἐπινοεῖν, ἐν πρώτοις δὲ μὴ ἀργεῖν ἀπὸ τῆς τέχνης· ἡ γὰρ μελέτη ἐπὶ τὴν ἀληθινὴν ὁδὸν ἄγει. Ταῦτα δέ μοι λέλεκται, δεῖξαι βουλομένῳ ὅτι τάχα καὶ ἡ στυπτηρία στρογγύλη ὁμοίως δρᾷ, καθὼς εἶπε μάλιστα καὶ ἡ θεία Μαρία.