Ancient Greek · ~3 min
Volume 2
Zosimus Alchem., Περὶ σταθμοῦ ξανθώσεως 2.181
Not analysed yet
ΠΕΡΙ ΣΤΑΘΜΟΥ ΞΑΝΘΩΣΕΩΣ Διατί ὁ Ἀγαθοδαίμων ἐμνημόνευσεν; οὐχ ἵνα σταθμὸν διδάξῃ, ἀλλ' ἵνα κρόκου καὶ ἐλυδρίου τὸ διπλάσιον τῶν ἄλλων ποῶν βάλλῃ· αὗται γάρ εἰσι βαπτικώτεραι· τὸν γὰρ σταθμὸν κατὰ ἀνάλογον τοῦ λευκοῦ θείου ποιεῖ· ἔκ τε θείων καὶ ὑδάτων καὶ ποῶν ὕδωρ θεῖον, ὃ καλεῖται παρ' αὐτοῖς ὕδωρ ἄθικτον. Ἐκ τούτου ποτίζουσιν ἑψοῦντες τὸ λευκὸν σύνθεμα καὶ ξανθοῦται. Καὶ ὄπτα ὡς ἤκουσας πρότερον, ἁρπάζων πάλιν ἕως οὗ ξανθωθῇ. Ὁμοίως δέ ἐστιν τοῦτο σταθμὸς καὶ ξάνθωσις. Οὗτος ὁ περὶ σταθμῶν καθὼς προεῖπεν ὁ λόγος. Δεῖ δὲ εἰδέναι ὅτι ἐν τῷ ἐπιχειρεῖν τὸ πρᾶγμα πολλὰ αἴτια συμβαίνει· τὰ μὲν ὀφθαλμοφανῶς, τὰ δὲ οὔ. Ἔστι δὲ τὰ πρῶτα πλυνόμενα ἢ μιγνύμενα, μολυβδόχαλκος, καὶ τὰ ὅμοια, πυρίτης καὶ τὰ ὅμοια. Δεῖ δὲ καὶ τὸν πυρίτην καὶ τὸν ἀνδροδάμαντα, μὴ ὄξει