Ancient Greek · ~6 min
Volume 2
Zosimus Alchem., Περὶ σταθμοῦ ξανθώσεως 2.182
Not analysed yet
πρῶτον οἰκονομεῖσθαι, καθὼς ἔχουσιν αἱ γραφαὶ, ἵνα μὴ τὸ χαλκῶδες αὐτοῦ ἰωθῇ, τὰ δὲ ὕστερον συμμισγόμενα κινναβάρει, καὶ τὰ ὅμοια· ἢ ἐγχωρεῖ καὶ ἐν ἡλίῳ, καὶ τὰ ὅμοια. Μαρία γὰρ πρὸ πάντων μολυβδόχαλκον καὶ τὰς ποιήσεις· ἢ γὰρ καῦσις ἣν πάντες οἱ ἀρχαῖοι κηρύττουσιν, Μαρία πρώτη φησίν· «Ὁ χαλκὸς καεὶς θείῳ καὶ ἀνακαμφθεὶς νιτρελαίῳ καὶ ἐκτιναχθεὶς, καὶ πολλάκις τὰ αὐτὰ παθῶν, χρυσὸς κρεῖττον ἀσκίαστος γίνεται.» Καὶ τοῦτο ὁ θεὸς εἶπεν· «Ἴστε πάντες ἀπὸ τῆς πείρας ὅτι καύσαντες τὸν χαλκὸν θείῳ οὐδὲν ἐποιήσατε· ἐπὰν δὲ καύσῃ τοῦτο τὸ θεῖον, τότε οὐ μόνον ἀσκίαστον ποιεῖ, ἀλλὰ καὶ ἐπὶ τὸν χρυσὸν βαδίζοντα.» Ἔνθεν καὶ Μαρία ἐν τοῖς ὑποκάτω τοῦ ζωδίου καὶ δεύτερον αὐτὸ ἐβόα, καί φησιν· «Καὶ τοῦτό μοι ὁ θεὸς ἐχαρίσατο· ὅτι χαλκὸς πρῶτον καίεται θείῳ, εἶτα σῶμα τῆς μαγνησίας· καὶ ἐκφυσᾶτε ἕως ἐκφύγωσιν ἀπ' αὐτοῦ μετὰ τὴς σκιᾶς τὰ θειώδη. Καὶ γίνεται χαλκὸς ἀσκίαστος. Οὕτως οὖν πάντες καίουσιν. Ἡ Μωσέως μάζα· «Οὕτως καίεται θείῳ, καὶ ἁλὶ καὶ στυπτηρίᾳ, θείῳ λευκῷ λέγω. Οὕτως καὶ Χίμης εἰς πολλοὺς τόπους καίει μάλιστα τὴν δι' ἐλυδρίου. Οὕτως καὶ Πηβίχιος· «Καὶ ἡ ἐν δαφνίνοις ξύλοις». Περιφραστικῶς τῷ λευκῷ θείῳ ἀπὸ τῶν φύλλων δάφνης αἰνίττεται. Οὗτος ὁ περὶ σταθμῶν λόγος. Τοῦτο οὖν ἄνω καὶ κάτω Μαρία εἰς μυρίας τάξεις ἔλεγεν. «Τὸν ἡμέτερον χαλκὸν καῦσον τῷ θείῳ, καὶ ἐκτιναχθεὶς, ἔσται ἀσκίαστος.» Οὐ γὰρ μόνον οἶδεν καίειν τῷ λευκῷ αὐτῷ θείῳ, ἀλλὰ