Ancient Greek · ~5 min
Volume 2
Zosimus Alchem., Περὶ σταθμοῦ ξανθώσεως 2.183
Not analysed yet
καὶ λευκαίνειν καὶ ἄσκιον ποιεῖν. Ἐν τούτῳ Δημόκριτος καίει, καὶ λευκαίνει καὶ ἄσκιον ποιεῖ. Πάλιν τὸ ξανθὸν θεῖον οὐ μόνον καίουσιν, ἀλλὰ καὶ ἀσκιαστοῦσιν καὶ ξανθοῦσιν. Τοῦτο ὁ Δημόκριτος λέγει· «Τὴν γὰρ αὐτὴν ἐνέργειαν ἔχει ὁ κρόκος τῇ νεφέλῃ, ὡς ἡ κασία τῷ κινναμώμῳ.» Καὶ ἐν τῇ μάζᾳ Μοϋσέως ἐπὶ τέλει ὁμοίως κεῖται· «Πότιζε ὕδατι θείου ἀθίκτου, καὶ ἔσται ξανθὸν, ἀσκίαστον». Δηλονότι καείς. Αὕτη οὖν καῦσις, αὕτη λεύκωσις ἢ ξάνθωσις, αὕτη ἐν τοῖς δυσὶν ἀσκίαστος· Οὕτως καίονται καὶ ἐκτινάσσονται τὸν χαλκὸν, χρυσῷ ἶσον, ἀσκίαστον ποιήσετε, καὶ πρὸς δίπλωσιν ἀργύρου καὶ χρυσοῦ ἔτοιμον. Οὐδεὶς δὲ <πλὴν> τὴν πᾶσαν ὁδὸν ἐπιστάμενος δίπλωσιν κατεργάζεται· ἐπεὶ ὅμοιος τῷ τὰς σταφυλὰς ὄμφακας ὄντας ἔτι τρύγοντι. Τινὲς τῷ παντὶ ὀστράκῳ ἐν ὑαλοῖς κύβοις ἑψοῦσιν καὶ ὀπτῶσιν ἐπὶ τῆς κηροτακίδος· καὶ ταῦτα καλοῦσιν ληκύθια. Ὁ Ἀγαθοδαίμων ἐν ταῖς λειώσεσιν ἰσχυρῶς καὶ ἰατρικῶς κολλούρια ἀγωγῇ εἶπεν λειοῦσθαι. Αὕτη οὖν ἐστιν καῦσις σωμάτων· οὗτος ὁ περὶ σταθμῶν λόγος· αὕτη καλεῖται καῦσις, λεύκωσις. Ἡ δὲ τοῦ θείου αὕτη καλεῖται λεύκωσις καὶ ἀσκίαστος· ἡ λεύκωσις αὕτη καλεῖται ἴωσις, καὶ ἐξίωσις καὶ λεύκωσις. Πάλιν δὲ καὶ εἰς δεύτερον καλεῖται λεύκωσις ξάνθωσις, καὶ ἀσκίαστος ξάνθωσις, καὶ ἴωσις, ξάνθωσις. Καὶ ὁ προφήτης Χίμης χορεύων, μετὰ ἐξεπιβολὰς ἔλεγεν· δεὶς [ἔλεγεν] αὐτὸν ἄσκιον ξανθόν. Ἑξῆς δέ σοι ὁ περὶ θείου ὕδατος καὶ ἰώσεως ἤτοι σήψεως λαληθήσεται τρόπος.