Ancient Greek
34.1
Zosimus Alchemista, Opera 34.1
Unproofread scanNot analysed yet
ὡς χάντεϑεν τρόπος τοῦ δοκιμάσαι εἰ γέγονεν ἀσχιον ξανθὸν ἀποδέδειχται · τοιοῦτον γάρ ἐστιν, ὁ λέγειν μετὰ τήνδε τὴν ἴωσιν συσταθῆναι τὸ σύστημα, ἤγουν τὸ σύνθημα, καὶ ταῦτα ἐκπλυνθῆναι καὶ ἐξιγγνωσθῆναι τὸ σῶμα, καὶ λίαν λεπτότατον καὶ ἀερῶδες γενέσθαι, καὶ πᾶσαν μελάνωσιν ἀποστῆσαι, καὶ ὑστερον τοῦ ταῦτα ἀποτελεσθῆναι, τότε βεβαία ξάνθωσις ἔσται, ἥ ἐν βάθει καθαιρουμένη καὶ ἐνχεχυμμένη · ἄμα γάρ, ὡς φησιν Ὀστάνης, ἐλεύχανας, ἐξάνθωσας (f. 173 r.) καὶ πολὺ ἔσται διαμαρτυρούμενον καὶ διὰ Ζωσίμου · «Βλέπε μὴ ἀκηδιάσης ἐν τῷ καιρῷ τῆς λευχώσεως, »ἀνθ’ ὧν αἴτιον τοῦ ταύτην ταῦτα τὴν ξάνθωσιν γίνεσθαι, ἡ λεύχωσις ἐστιν. Καὶ εἰ μὲν πρῶτον λευχώσεις, τελεία γενήσεται ξάνθωσις · τελεία καὶ βεβαία, καὶ ἀκριβῆς οὐχ ἔσται, καὶ μὴ διαγινώσκειν ὅτι πρὸς τὰ μέτρα τῆς λευχώσεως, ἡ ξάνθωσις γίνεται, καθὰ ἐχλείπει ἡ λεύχωσις, ἐχλείπει καὶ ἡ ξάνθωσις.