Ancient Greek
36.2
Zosimus Alchemista, Opera 36.2
Unproofread scanNot analysed yet
15 Ἀλλ’ ἐπισκεψώμεθα καὶ ἴδωμεν, ὡς φιλόσοφοι ἐσμέν, πρὸς τὴν ἐγχεχυμμένην ῥῆσιν ταύτην, τί μᾶλλον ὁριζόμενοι ποιῆσαι. Ὡς ἄρα οὖν ἀπολείπει τι τῶν ποιοτήτων, εἰς οὐδὲν γίνεται τὸ προσδοκώμενον. Καὶ πρότερον μὲν οὖν, ἐὰν μὴ ἡ σύγκρασις τῶν στερεῶν αποτελεσθῇ, εἰς κενὸν καὶ μάταιον πᾶς πόνος καὶ κάματος λογισθήσεται ἡμῖν. Διὸ καὶ καθ’ ἑαυτῶν ἡ σύγκρασις οἰκονομηθεῖσα, ὡς (f. 174, v.) εἴρηται, ἐν τῇ ἀπορίᾳ τῆς ρεύσεως ἄχρηστος γίνεται, καὶ εἰς κενὸν μεταβάλλει, μετὰ δὲ τῆς συμμετρίας τοῦ ὑγροῦ κερασθεῖς εἰς ἄκρα τῶν ξανθῶν ἐπανάγει. Καὶ ἡ αἰτία φανερά, ὅτι τοῦ πυρίτου κατὰ πολὺ στερεοῦ ὄντος, καὶ πρὸς τὸ ξανθὸν ρέποντος, τὸ κατάλληλον χαῦνον καὶ εἰς ὑγρὸν ἀποσύροντος εὐκρασίαν ἐποίησεν. Καὶ ἐνταῦθα διαδείκνυται γὰρ τέλειον τὸ χρώμα. Εἰ δὲ οὖν ἄρα καὶ πλεονάσει τὸ ὑγρόν, καὶ νικήσει κατὰ τοῦ στερεοῦ, ποιεῖς τὸ ξηρὸν συνχαιόμενον, μεταβάλλει εἰς μέλι. Οὕτω γὰρ τὸ τῶν καθ’ ἡμᾶς φιλοσόφων [μὲν] μυστήριον · συμμετρίῳ μὲν θερμαί-