Ancient Greek
Book 1, Chapter 4
Zosimus, Historia Nova 1.4.1
Not analysed yet
Ἀλέξανδρος δὲ παραλαβὼν τὴν βασιλείαν, καὶ παραχρῆμα τὰ κατὰ τοὺς Ἕλληνας διαθείς, τρίτῳ τῆς βασιλείας ἔτει μετὰ δυνάμεως ἀρκούσης ἐπὶ τὴν Ἀσίαν ἐστέλλετο ῥᾳδίως δὲ τοὺς ἀντιστάντας αὐτῷ σατράπας νενικηκὼς ἐπ’ αὐτὸν προῄει Δαρεῖον, ἀναριθμήτῳ στρατῷ τοὺς ἐν Ἰσσῷ τόπους κατειληφότα. συμπεσὼν δὲ τοῖς Πέρσαις εἰς χεῖρας καὶ τὸ πάσης ἐπέκεινα πίστεως τρόπαιον στήσας Δαρεῖον μὲν ἔτρεψεν εἰς φυγήν, αὐτὸς δὲ εἴχετο τῆς ἐπὶ Φοινίκην καὶ Συρίαν τὴν Παλαιστίνην ὁδοῦ.