Ancient Greek
1.4.2 to 1.4.3
Zosimus, Historia Nova 1.4.2-3
Not analysed yet
τὰ μὲν οὖν ἐν Τύρῳ καὶ Γάζῃ πραχθέντα μαθεῖν ἔνεστιν ἐξ ὧν οἱ τὰ περὶ Ἀλεξάνδρου γράψαντες ἱστορήκασιν: αὐτὸς δὲ παρελθὼν ἐπὶ τὴν Αἴγυπτον, τῷ τε Ἄμμωνι προσευξάμενος καὶ τὰ περὶ τὸν Ἀλεξανδρείας οἰκισμὸν εὖ μάλα διοικησάμενος, ἐπανῄει τὰ λειπόμενα τοῦ πρὸς Πέρσας πολέμου πληρώσων. πάντας δὲ φιλίους εὑρὼν ἐπὶ τὴν μέσην διέβη τῶν ποταμῶν, καὶ πυθόμενος Δαρεῖον μείζονι πολλῷ στρατῷ παρεσκευάσθαι, μετὰ τῆς οὔσης αὐτῷ δυνάμεως ὡς εἶχεν ὁρμήσας καὶ τὴν μάχην εἰς Ἄρβηλαν πρὸς αὐτὸν ποιησάμενος τοσοῦτον ἐκράτησεν ὥστε πάντας μὲν σχεδὸν ἀνελεῖν, Δαρείου δὲ σὺν ὀλίγοις φυγόντος τὴν ἀρχὴν καταλῦσαι Περσῶν.