Ancient Greek
1.67.2 to 1.67.3
Zosimus, Historia Nova 1.67.2-3
Not analysed yet
πάντων δὲ τῷ παραδόξῳ καταπλαγέντων, τὴν μὲν ἀρχὴν ἅψασθαι καὶ τούτῳ θεραπεῦσαι τὸν λιμὸν οὐκ ἐθάρρουν, ἐπεὶ δὲ παντὸς δέους ἡ ἀνάγκη καρτερωτέρα, πέψαντες ἄρτους καὶ μεταλαβόντες ἅμα καὶ τὸν λιμὸν ἀπεσείσαντο καὶ τοῦ πολέμου ῥᾷστα τῇ τοῦ βασιλέως περιγεγόνασι τύχῃ. Κατώρθωσεν δὲ καὶ ἄλλους πολέμους οὐ σὺν πόνῳ πολλῷ, μάχας δὲ καρτερὰς ἠγωνίσατο πρότερον μὲν πρὸς Λογγίωνας, ἔθνος Γερμανικόν, οὓς καταγωνισάμενος καὶ Σέμνωνα ζωγρήσας ἅμα τῷ παιδί, τὸν τούτων ἡγούμενον, ἱκέτας ἐδέξατο, καὶ τοὺς αἰχμαλώτους καὶ τὴν λείαν πᾶσαν, ἣν εἶχον, ἀναλαβὼν ἐπὶ ῥηταῖς ὁμολογίαις ἠφίει, καὶ αὐτὸν Σέμνωνα μετὰ τοῦ παιδὸς ἀπέδωκε.