Ancient Greek
1.68.1 to 1.68.2
Zosimus, Historia Nova 1.68.1-2
Not analysed yet
καὶ δευτέρα γέγονεν αὐτῷ μάχη πρὸς Φράγκους, οὓς διὰ τῶν στρατηγῶν κατὰ κράτος νενικηκὼς αὐτὸς Βουργούνδοις καὶ Βανδίλοις ἐμάχετο. πλήθεσι δὲ τὴν οἰκείαν δύναμιν ἐλαττουμένην ὁρῶν, μερίδα τινὰ παρασπάσασθαι τῶν πολεμίων διενοεῖτο καὶ ταύτῃ διαμάχεσθαι. καί πως συνέδραμεν τῇ γνώμῃ τοῦ βασιλέως ἡ τύχη. τῶν γὰρ στρατοπέδων ὄντων παῤ ἑκάτερα ποταμοῦ αιγυος, εἰς μάχην τοὺς πέραν βαρβάρους οἱ Ῥωμαῖοι προεκαλοῦντο: οἳ δὲ ἐπὶ τούτῳ παροξυνθέντες, ὅσοι περ οἷοί τε ἦσαν, ἐπεραιοῦντο. καὶ συμπεσόντων σφίσι τῶν στρατοπέδων οἳ μὲν ἀπεσφάττοντο τῶν βαρβάρων, οἳ δὲ καὶ ζῶντες ὑπὸ τοὺς Ῥωμαίους γεγόνασιν.