Ancient Greek
Book 2, Chapter 1
Zosimus, Historia Nova 2.1.3
Not analysed yet
ἀποβλέπων δὲ εἰς τὸ κεραυνόβλητον ἄλσος ἀκούειν φωνῆς ἔδοξεν, ἀπάγειν εἰς Τάραντα ἐγκελευομένης τὰ τέκνα, κἀκεῖσε θερμήναντα τοῦ Τιβέρεως ὕδωρ ἐπὶ τῆς Ἅιδου καὶ Περσεφόνης ἐσχάρας τοῖς παισὶν δοῦναι πιεῖν. ταῦτα ἀκούσας, τότε δὴ πλέον τὴν τῶν παίδων σωτηρίαν ἀπήλπισεν: Τάραντά τε γὰρ πόρρω που τῆς Ἰταλίας εἶναι, καὶ οὐκ ἂν ἐν ταύτῃ τοῦ Τιβέρεως ὕδωρ φανήσεσθαι. διδόναι δὲ αὐτῷ πονηρὰν ἐλπίδα καὶ τὸ θερμῆναι τὸ ὕδωρ ἐπὶ βωμοῦ χθονίων δαιμόνων ἀκοῦσαι.