Ancient Greek
Book 2, Chapter 2
Zosimus, Historia Nova 2.2.1
Not analysed yet
ἐπὶ τούτοις ἀπορησάντων καὶ τῶν τερατοσκόπων, αὖθις πυθόμενος ἔγνω δεῖν τῷ θεῷ πείθεσθαι, καὶ ἐμβαλὼν πλοίῳ ποταμίῳ τὰ τέκνα κατήγαγε τὸ πῦρ. ἐκτενόντων δὲ αὐτῶν ὑπὸ καύματι, τούτῳ προσέπλει τῆς ὄχθης τῷ μέρει καθ̓ ὃ τὸ τοῦ ποταμοῦ ῥεῖθρον ἠρεμαῖον ἐδόκει. καλύβῃ δὲ ποιμένος ἐναυλισθεὶς ἅμα τοῖς παισὶν ἤκουεν κατάγεσθαι δεῖν ἐν τῷ Τάραντι: ταύτην γὰρ εἶχεν ὁ τόπος προσηγορίαν, τῷ κατὰ τὴν ἄκραν Ἰαπυγίαν ὁμώνυμος ὢν Τάραντι.