Ancient Greek
Book 2, Chapter 18
Zosimus, Historia Nova 2.18.3
Not analysed yet
τοῦ δὲ Κωσταντίνου πρὸς τῷ ὄρει τὸν στρατὸν τάξαντος, ἡγεῖτο μὲν ἡ ἵππος: τοῦτο γὰρ ἔδοξεν εἶναι λυσιτελέστερον, ἵνα μὴ τοῖς πεζοῖς οἱ πολέμιοι σχολαίτερον ἐμβάλλουσιν ἐμπίπτοντες ἐπὶ τὸ πρόσω διὰ τὴν δυσχωρίαν προϊέναι κωλύοιεν. οὗ δὴ γενομένου κρατήσας ἐν τάχει τῆς ἐμβολῆς, τῶν σημείων ἀρθέντων αὐτίκα τοῖς ἐναντίοις ἐπῄει, καὶ γέγονε μάχη πάσης ὡς εἰπεῖν ἄλλης καρτερὡ̣?ʼέρα: τῶν γὰρ βελῶν ἐκτοξευθέντων ἑκατέρῳ στρατεύματι, ταῖς αἰχμαῖς καὶ τοῖς δόρασιν ἐπὶ χρόνον συχνὸν συνεπλάκησαν.