Ancient Greek
Book 2, Chapter 18
Zosimus, Historia Nova 2.18.4
Not analysed yet
τῆς δὲ μάχης ἀρξαμένης μὲν ἐξ ἠοῦς, ἑσπέρας δὲ ἄχρι παραταθείσης ἐνίκα τὸ δεξιὸν κέρας, οὗ Κωσταντῖνος ἡγεῖτο. τραπέντων δὲ τῶν ἐναντίων εἰς φυγήν, ἐπειδὴ καὶ Λικίννιον εἶδον ἐπὶ τὸν ἵππον ἀναπηδῶντα καὶ πρὸς δρασμὸν ἕτοιμον αἱ σὺν αὐτῷ φάλαγγες, οὐκέτι κατὰ χώραν ἠνείχοντο μένειν οὔτε δείπνου μεταλαβεῖν: ἀπολιπόντες δὲ θρέμματα καὶ ὑποζύγια καὶ τὴν ἄλλην πᾶσαν ἀποσκευήν, σιτία δὲ τοσαῦτα φέροντες ὅσα πεινῆν κατ̓ ἐκείνην οὐκ εἴα τὴν νύκτα, σπουδῇ πάσῃ καταλαμβάνουσιν ἅμα Λικιννίῳ τὸ Σίρμιον.