Ancient Greek
Book 2, Chapter 18
Zosimus, Historia Nova 2.18.5
Not analysed yet
πόλις δὲ Παιονίας τὸ Σίρμιον, ὃ παραρρέει ποταμὸς ἐπὶ θάτερα Σάος, εἰς τὸν Ἴστρον ἐμβάλλων. παραδραμὼν δὲ καὶ ταύτην καὶ λύσας τὴν τοῦ ποταμοῦ γέφυραν ἐπὶ τὰ πρόσω προῄει, δύναμιν ἐκ τῶν κατὰ Θρᾴκην χωρίων ἀγεῖραι διανοούμενος.