Ancient Greek
2.43.2 to 2.43.4
Zosimus, Historia Nova 2.43.2-4
Not analysed yet
ταῦτα δὲ αὐτοῦ λογιζομένου καὶ ἐν παρασκευαῖς ὄντος, Μαγνεντίου διατρίβοντος ἐν Κελτοῖς, Νεπωτιανὸς ἐξ ἀδελφῆς Κωνσταντίνου τεχθεὶς Εὐτροπίας ὄνομα, συναγαγὼν πλῆθος οὐ καθεστώτων ἀνθρώπων ἀλλὰ λῃστείᾳ καὶ ἐκδεδιῃτημένῳ βίῳ τὰ καθ̓ ἑαυτοὺς παραδόντων, ἔπεισι τῇ Ῥώμῃ βασιλικὸν σχῆμα δεικνύς. Ἀνικήτου δὲ τοῦ παρὰ Μαγνεντίου κατασταθέντος ὑπάρχου τῆς αὐλῆς τῶν ἀπὸ τοῦ δήμου τινὰς ἐξοπλίσαντος καὶ τῆς πόλεως ἐξαγαγόντος ὡς δὴ Νεπωτιανῷ πολεμήσοντας, μάχη μὲν ἐγίνετο καρτερά, τῶν δὲ Ῥωμαίων οἷα δὴ ἀπείρων καὶ ἀσυντάκτων οὐ σὺν πολλῷ πόνῳ τραπέντων, φεύγοντας αὐτοὺς ὁ τῆς αὐλῆς ὕπαρχος θεασάμενος καὶ ἐπὶ τῇ πόλει δεδιὼς τὰς πύλας ἀπέκλεισεν: οὓς οὐ δυνηθέντας διαφυγεῖν ἐπιδιώξαντες οἱ Νεπωτιανοῦ στρατιῶται πάντας ἀπώλεσαν. ἀλλὰ Νεπωτιανὸν μὲν οὐ πολλαῖς ἡμέραις ὕστερον ἐκπέμψας Μαγνέντιος δύναμιν, ἡγουμένου Μαρκελλίνου τοῦ τὴν ἀρχὴν ἐπιτετραμμένου τῶν περὶ τὴν αὐλὴν τάξεων, ὃν μάγιστρον ὀφφικίων καλοῦσιν, ἀνεῖλε: