Ancient Greek
2.44.1 to 2.44.2
Zosimus, Historia Nova 2.44.1-2
Not analysed yet
Κωνστάντιος δὲ ἐκ τῆς ἑῴας ἐπὶ τὸν κατὰ Μαγνεντίου πόλεμον ἐξορμήσας ᾠήθη δεῖν πρότερον τέχνῃ τινὶ φίλιον ἑαυτῷ Βετρανίωνα καταστῆσαι διὰ τὸ μὴ πρὸς δύο λοιπὸν πόλεμον ἀλλὰ πρὸς ἕνα τύραννον ἔχειν. ἐγένετο δὲ καὶ Μαγνεντίῳ σπουδὴ τὴν φιλίαν ἐπισπάσασθαι Βετρανίωνος καὶ σὺν αὐτῷ τὸν πρὸς Κωνστάντιον διαγωνίσασθαι πόλεμον. ἑκατέρου τοίνυν κήρυκας περὶ τούτου πρὸς Βετρανίωνα στείλαντος εἵλετο Κωνσταντίῳ θέσθαι μᾶλλον ἢ Μαγνεντίῳ. τῶν οὖν Μαγνεντίου πρέσβεων ἀναχωρησάντων ἀπράκτων συνελθεῖν ἐς ταὐτὸ τὰ στρατόπεδα Κωστάντιος παρεκάλει, καὶ σκέμμα κοινὸν περὶ τοῦ πρὸς Μαγνέντιον προτεθῆναι πολέμου.