Ancient Greek
2.49.3 to 2.49.4
Zosimus, Historia Nova 2.49.3-4
Not analysed yet
διαμαρτὼν δὲ τῆς ἐγχειρήσεως ʽἀπεκρούσθη γὰρ ὑπό τε τοῦ πλήθους τῶν οἰκητόρων καὶ τῶν ἐπιτεταγμένων τὴν πόλιν φυλάττειν στρατιωτῶν̓ ἐπὶ τὴν Μοῦρσαν ἐχώρει ἅμα τῇ δυνάμει πάσῃ. τῶν δὲ κατὰ τὴν πόλιν ἀποκλεισάντων αὐτῷ τὰς πύλας καὶ εἰς τὰς ἐπάλξεις ἀναβάντων ἠπόρει περὶ τὸ πρακτέον ὁ Μαγνέντιος, οὔτε μηχανὰς ἔχων οὔτε ἄλλως πλησιάσαι τῷ τείχει δυνάμενος: κατηκοντίζετο γὰρ βέλεσί τε καὶ λίθοις ὑπὸ τῶν ἐπὶ τῶν ἐπάλξεων μαχομένων. ἐπεὶ δὲ καὶ Κωνσταντίῳ τὰ περὶ τῆς πολιορκίας ἠγγέλθη, μετὰ πάσης ἐξαναστὰς τῆς δυνάμεως παρεγένετο βοηθήσων τῇ πόλει κινδυνευούσῃ, παραμείψας Κίβαλιν καὶ γῆν ἅπασαν ὅσην ὁ Δρᾶος παραρρεῖ ποταμός.