Ancient Greek
2.50.1 to 2.50.2
Zosimus, Historia Nova 2.50.1-2
Not analysed yet
Μούρσῃ τε πλησιάσας ὁ Μαγνέντιος πῦρ προσῆγε ταῖς πύλαις, ὡς ἂν τοῦ καλύπτοντος τὰ ξύλα σιδήρου δαπανηθέντος εἴξαντα τῷ πυρὶ τὴν εἰς τὴν πόλιν εἴσοδον ἀναπετάσαιεν τῷ στρατῷ. τοῦτο μὲν οὖν αὐτῷ πρὸς ἔργον οὐκ ἤχθη, τῶν ἐπὶ τοῦ τείχους ὕδατι πολλῷ κατασβεννύντων τὸ πῦρ: τὸν δὲ Κωνστάντιον προσαγαγόντα τῇ Μούρσῃ πυθόμενος ἕτερόν τι μηχανᾶται τοιόνδε. στάδιον ἦν τι πρὸ τῆς πόλεως τῶν ἀφορισθέντων ἄνωθεν τῇ τῶν ὁπλομάχων ἁμίλλῃ, πανταχόθεν ὕλαις ἀμφηρεφές. τούτῳ Κελτῶν φάλαγγας τέσσαρας ἐναπέκρυψεν, ἐγκελευσάμενος, ἐπειδὰν ἐφισταμένου Κωνσταντίου μέλλοι πρὸ τῆς πόλεως συνάπτεσθαι μάχη, τοῖς ἐναντίοις ἐπελθεῖν ἀδοκήτοις, ὥστε αὐτοὺς ἐν μέσῳ ληφθέντας πανωλεθρίᾳ διαφθαρῆναι. τούτου δὲ τοῖς ἐφεστῶσι τῷ τείχει γνωσθέντος εὐθὺς ὁ Κωνστάντιος Σκολιδώαν καὶ Μαναδὸν τοὺς ταξιάρχους ἐξέπεμπεν: