Ancient Greek
Book 2, Chapter 50
Zosimus, Historia Nova 2.50.3
Not analysed yet
οἳ δὲ τοὺς ὑπ’ αὐτοῖς τεταγμένους ὁπλίτας τε καὶ τοξότας ἀριστίνδην ἑλόμενοι τὰς θύρας τοῦ σταδίου πάσας ἀπέκλεισαν, ἀπολαβόντες δὲ τοὺς ὑπερκειμένους τούτου βαθμοὺς πανταχόθεν τε τοὺς ἐν τῷ σταδίῳ κυκλώσαντες κατετόξευσαν. ἐπεὶ δέ τινες αὐτῶν ἐπιθέντες τὰ σάκη ταῖς κεφαλαῖς ἐπειράθησαν τοῦ σταδίου διαρρῆξαι τὰς θύρας, ὁμοῦ συμπεσόντες καὶ τούτους βέλεσί τε βαλλοντες καὶ θείνοντες ξίφεσι διέμειναν, ἄχρις ὅτε διέφθειραν ἅπαντας.