Ancient Greek
2.9.1 to 2.9.2
Zosimus, Historia Nova 2.9.1-2
Not analysed yet
συμβὰν δὲ τὸν αὐτοκράτορα Κωνστάντιον ἐν αὐτῷ τελευτῆσαι τῷ χρόνῳ, τῶν μὲν ὄντων αὐτῷ γνησίων παίδων οὐδένα πρὸς βασιλείαν ἔκριναν ἀξιόχρεων, ὁρῶντες δὲ Κωνσταντῖνον εὖ ἔχοντα σώματος οἱ περὶ τὴν αὐλὴν στρατιῶται, καὶ ἅμα δωρεῶν μεγαλοπρεπῶν ἐπαρθέντες ἐλπίσιν, τὴν τοῦ Καίσαρος ἀξίαν αὐτῷ περιέθεσαν. ἐν δὲ τῇ Ῥώμῃ τῆς εἰκόνος αὐτοῦ δειχθείσης κατὰ τὸ σύνηθες, οὐκ ἀνασχετὸν εἶναι νομίσας Μαξέντιος ὁ Μαξιμιανοῦ τοῦ Ἑρκουλίου παῖς, εἰ Κωνσταντίνῳ μὲν ἐκβαίη τὸ σπουδασθὲν ἐξ ἀσέμνου μητρὸς γεγονότι, βασιλέως δὲ τοιούτου παῖς αὐτὸς γεγονὼς εἰκῇ κείμενος μείνοι τὴν πατρῴαν ἀρχὴν ἑτέρων ἐχόντων,