Ancient Greek
Book 2, Chapter 9
Zosimus, Historia Nova 2.9.3
Not analysed yet
προσλαβὼν ὑπηρέτας τῆς ἐγχειρήσεως Μαρκελλιανὸν καὶ Μάρκελλον ταξιάρχους καὶ Λουκιανόν, ὅς τοῦ χοιρείου κρέως ἦν χορηγὸς ὃ τὸ δημόσιον ἐπεδίδου τῷ Ῥωμαίων δήμῳ, καὶ προσέτι γε τοὺς περὶ τὴν αὐλὴν στρατιώτας, οὕς πραιτωριανοὺς καλοῦσιν, εἰς τὸν βασίλειον θρόνον παρὰ τούτων ἀνεβιβάσθη, μεγάλαις ἀμείβεσθαι δωρεαῖς τοὺς τοῦτο δόντας αὐτῷ κατεπαγγειλάμενος. ὥρμησαν δὲ ἐπὶ τὴν πρᾶξιν Ἀβελλίου πρότερον ἀναιρεθέντος, ἐπειδὴ τοῦ τῆς πόλεως ὑπάρχου τόπον ἐπέχων ἔδοξεν τοῖς ἐγχειρουμένοις ἐναντιοῦσθαι.