Ancient Greek
Book 3, Chapter 1
Zosimus, Historia Nova 3.1.2
Not analysed yet
καὶ πολλὴ μὲν αὐτὸν ἐπὶ τούτοις εἶχεν ἀμηχανία, τῆς δὲ Ῥωμαϊκῆς ἀρχῆς ἐν μεγίστῳ κινδύνῳ κειμένης Εὐσεβία ἡ Κωνσταντίου γαμετή, παιδείας τε εἰς ἄκρον ἥκουσα καὶ φρονήσει τὴν γυναικείαν ὑπεραίρουσα φύσιν, εἰσηγεῖται γνώμην αὐτῷ, καταστῆσαι Καίσαρα τοῖς ὑπὲρ τὰς Ἄλπεις ἔθνεσιν Ἰουλιανὸν παραινέσασα, Γάλλου μὲν ἀδελφὸν ὁμοπάτριον ὄντα, παῖδα δὲ Κωνσταντίου παιδός, ὃς παρὰ Διοκλητιανοῦ Καῖσαρ ἔτυχε γεγονώς. ἐπεὶ δὲ ᾔδει τὸν βασιλέα Κωνστάντιον ἡ Εὐσεβία πρὸς πᾶν ὑπόπτως τὸ συγγενὲς διακείμενον, τρόπῳ τοιῷδε τὸν ἄνδρα παρήγαγε.