Ancient Greek
Book 3, Chapter 1
Zosimus, Historia Nova 3.1.3
Not analysed yet
ʽν̔έος ἐστἲ φησί ʽκαὶ τὸ ἦθος ἁπλοῦς καὶ λόγων ἀσκήσει τὸν ἅπαντα βίον ἐσχολακὼς καὶ πραγμάτων παντάπασιν ἄπειρος, ἀμείνων τε ἔσται παντὸς ἑτέρου περὶ ἡμᾶς: ἢ γὰρ τύχῃ δεξιᾷ περὶ τὰ πράγματα χρώμενος ἐπιγράφεσθαι τὸν βασιλέα ποιήσει τὰ αἰσίως ἐκβάντα, ἢ κατά τι πταίσας τεθνήξεται, καὶ οὐδένα ἕξει τοῦ λοιποῦ Κωνστάντιος ὡς ἐκ γένους βασιλικοῦ πρὸς τὴν τῶν ὅλων ἀρχὴν κληθησόμενον. ʼ