Ancient Greek
Book 3, Chapter 10
Zosimus, Historia Nova 3.10.3
Not analysed yet
ἐπεὶ δὲ ἦν συνεχὴς εἰρεσία μετὰ τῆς τοῦ ῥοῦ φορᾶς καὶ τῶν ἐτησίων ἀνέμων αὐτῷ συντελεσάντων, ἑνδεκάτῃ μὲν ἡμέρᾳ περὶ τὸ Σίρμιον ἦλθε, φοιτησάσης δὲ ἀγγελίας ὡς ὁ βασιλεὺς παρεγένετο, πάντες μὲν ὡς εἰπεῖν Κωνστάντιον ἡγοῦντο εἶναι τὸν ἐπιστάντα, δεξάμενοι δὲ Ἰουλιανὸν ἐν ἐκπλήξει πάντες ἦσαν, φάσματι τὸ συμβὰν ἀπεικάζοντες. φθασάσης δὲ μετ̓ οὐ πολὺ καὶ τῆς ἀπὸ Κελτῶν αὐτῷ παρακολουθούσης δυνάμεως, τῇ Ῥωμαίων γερουσίᾳ καὶ ταῖς ἐν τῇ Ἰταλίᾳ δυνάμεσιν ἔγραφεν ἔχειν ἐν ἀσφαλεῖ τὰς πόλεις ὡς αὐτοῦ βασιλεύοντος.