Ancient Greek
3.10.1 to 3.10.2
Zosimus, Historia Nova 3.10.1-2
Not analysed yet
ἀκμάζοντος δὲ ἤδη τοῦ θέρους διαθεὶς τὰ περὶ τοὺς ὑπὲρ τὸν Ῥῆνον βαρβάρους, καὶ τοὺς μὲν πολέμῳ σωφρονεῖν ἀναγκάσας, τοὺς δὲ τῇ πείρᾳ τῶν προλαβόντων εἰρήνην ἀγαπᾶν μᾶλλον ἢ πόλεμον πείσας, ὡς ἐς μακρὰν ἀποδημίαν διέταττε τὸ στρατόπεδον, ʽ??ʼαταστήσας δὲ ταῖς πόλεσι καὶ ταῖς ἐσχατιαῖς πολιτικούς τε καὶ στρατιωτικοὺς ἡγεμόνας ἅμα τῇ δυνάμει ᾔει εἰς τὰς Ἄλπεις. ἐλθὼν δὲ εἰς Ῥαιτούς, ὅθεν ὁ Ἴστρος ἀρχόμενος Νωρικούς τε καὶ Παιονίαν πᾶσαν παραμείβεται καὶ προσέτι γε Δάκας καὶ τοὺς ἐν Θρᾴκῃ Μυσοὺς καὶ Σκύθας, οὕτω τε εἰς τὸν Εὔξεινον ἐξίησι πόντον, πλοῖα ποτάμια κατασκευάσας αὐτὸς μὲν ἅμα τρισχιλίοις εἰς τὸ πρόσω διὰ τοῦ Ἴστρου παρῆγε, δισμυρίους δὲ πεζῇ τὸ Σίρμιον καταλαμβάνειν διέταττεν.