Ancient Greek
Book 3, Chapter 14
Zosimus, Historia Nova 3.14.1
Not analysed yet
Εἰσβαλόντι τοίνυν εἰς τὰ Περσῶν ὅρια τῷ βασιλεῖ τὸ μὲν εὐώνυμον εἶχεν ἡ ἵππος, τῶν δὲ πεζῶν μοῖρα τὸ δεξιόν, συμπαραθέουσα τῇ ᾐόνι τοῦ ποταμοῦ, ἠκολούθει τὸ δὲ λοιπὸν ἡ στρατιά, σταδίοις διεστῶσα ἑβδομήκοντα. τοῦτο δὲ τὸ μέσον εἶχε τά τε νωτοφόρα ζῷα, τὰ βαρέα τῶν ὅπλων καὶ τὴν ἄλλην παρασκευὴν φέροντα, καὶ ὅσον ἦν ὑπηρετικόν, ὡς ἂν ἐπ’ ἀσφαλοῦς εἶεν καὶ οὗτοι, τοῦ στρατοῦ πανταχόθεν αὐτοὺς περιέχοντος. οὕτω διαθεὶς τὴν ἐπὶ τὸ πρόσω πορείαν χιλίους ἔγνω καὶ πεντακοσίους προπέμψαι, κατασκεψομένους ʽ??ʼί τι πολέμιον ἢ προφανῶς ἢ δἰ ἐνέδρας ἐπίοι, Λουκιλλιανὸν αὐτοῖς ἐπιστήσας.