Ancient Greek
Book 3, Chapter 14
Zosimus, Historia Nova 3.14.2
Not analysed yet
ἑξήκοντα δὲ προελθὼν σταδίους εἴς τι χωρίον Ζαυθὰ προσαγορευόμενον ἦλθε, καὶ ἐντεῦθεν εἰς Δοῦρα, ἴχνος μὲν ὡς ἄρα ποτὲ πόλις ἦν φέρουσαν, τότε δὲ ἔρημον: οὗ Γορδιανοῦ τοῦ βασιλέως ἐδείκνυτο τάφος. ἔνθα καὶ πλῆθος ἐλάφων φανὲν οἱ στρατιῶται κατατοξεύσαντες ἅλις ἐχρήσαντο τῇ ἐκ τούτων τροφῇ. σταθμοὺς δ̓ ἐντεῦθεν διελθὼν τέσσαρας εἴς τι χωρίον ἀφίκετο: Φαθούσας ὄνομα τούτῳ. ἦν δὲ ἀντικρὺ ἐν τῷ ποταμῷ νῆσος, ἔχουσα φρούριον ὑπὸ πλείστων οἰκούμενον.