Ancient Greek
Book 3, Chapter 14
Zosimus, Historia Nova 3.14.3
Not analysed yet
τούτῳ Λουκιλλιανὸν ἐπιπέμψας ἅμα τοῖς ὑπ’ αὐτὸν κατασκόποις χιλίοις ἐπολιόρκει τὸ φρούριον. καὶ ἕως μὲν ἦν νύξ, ἐλάνθανον οἱ πολιορκοῦντες, ἡμέρας δὲ γενομένης ὑπὸ τῶν ἐν τῷ φρουρίῳ τινὸς ὑδρείας ἕνεκα προελθόντος ὀφθέντες εἰς θόρυβον τοὺς ἔνδον κατέστησαν. πάντων τε εἰς τὸ τεῖχος ἀναβάντων, ὁ βασιλεὺς ἐπὶ τὴν νῆσον μηχαναῖς ἅμα καὶ ἑτέραις δυνάμεσι περαιωθεὶς παρενεγύησε τοῖς ἔνδον ἑαυτούς τε καὶ τὸ φρούριον παραδοῦσι πρόδηλον ἐκφυγεῖν ὄλεθρον.