Ancient Greek
Book 3, Chapter 18
Zosimus, Historia Nova 3.18.2
Not analysed yet
τῶν δὲ ἐφ̓ ᾧ τεταγμένος ἕκαστος ἦν ὁρμησάντων, οἱ κατὰ τὴν πόλιν ὄντες οὐκ ἀξιόχρεως ἑαυτοὺς εἰς φυλακὴν τῶν τῆς πόλεως τειχῶν θεασάμενοι συνέφυγον ἅπαντες ἐπὶ τὴν ἀκρόπολιν. ὅπερ ἰδὼν ὁ βασιλεὺς ἐπαφῆκε τῇ πόλει τῶν οἰκούντων ἐρημωθείσῃ τὴν δύναμιν: ἣ δὲ τὰ τείχη καθελοῦσα καὶ τὰς οἰκίας ἐμπρήσασα μηχανάς τε ἐπὶ τῶν ἐρειπίων τῆς πόλεως ἵστη, καὶ ἀπὸ τούτων τοὺς ἐπὶ τῆς ἀκροπόλεως ἔβαλλε βελῶν καὶ λίθων ἀφέσει. ἐπεὶ δὲ οἱ ἀπὸ τῆς πόλεως λίθοις τε καὶ βέλεσι συνεχέσιν ἠμύνοντο τοὺς πολιορκοῦντας, ἐγίνετό τε πολὺς ἑκατέρωθεν φόνος, τότε δὴ ὁ βασιλεύς, εἴτε ἐξ οἰκείας ἐννοίας, τῇ τῶν τόπων ἁρμοσάμενος θέσει, εἴτε καὶ τοῦτο ἐκ πολυμαθείας λαβών, μηχάνημά τι κατεσκεύασε τοιόνδε.