Ancient Greek
Book 3, Chapter 18
Zosimus, Historia Nova 3.18.3
Not analysed yet
ξύλα μέγιστα τέσσαρα πρὸς ἄλληλα συνδήσας σιδήρῳ καὶ πύργου σχῆμα τετραγώνου διὰ τούτων ἀπεργασάμενος, ἀντιστήσας τε τῷ τῆς ἀκροπόλεως τείχει, τῇ τε κατὰ βραχὺ τοῦ ὕψους προσθήκῃ τῷ μήκει τῶν τειχῶν ἴσον ἀποτελέσας, εἰς τοῦτον ἀνεβίβασε τοξότας τε καὶ τοὺς ἀπὸ μηχανῶν ἀφιέντας λίθους καὶ βέλη. τότε τοίνυν ἔκ τε τῶν πολιορκούντων οἱ Πέρσαι καὶ ἐκ τῶν ἐφεστηκότων τῇ μηχανῇ πανταχόθεν καταβαλλόμενοι μέχρι μέν τινος ἀντέσχον, τελευτῶντες δὲ ὁμολογίᾳ τὴν ἀκρόπολιν ὑπέσχοντο παραδώσειν, εἰ μέτριόν τι παρὰ τοῦ βασιλέως αὐτοῖς ὑπαρχθείη.