Ancient Greek
Book 3, Chapter 19
Zosimus, Historia Nova 3.19.1
Not analysed yet
Ἀλλὰ ταῦτα μὲν ὧδε ἐπράχθη, ὁ σουρήνας δὲ μετὰ δυνάμεως οὐκ ὀλίγης ἔκ τινος τῶν ἐν Ἀσσυρίᾳ πόλεων τοῖς προηγουμένοις τοῦ Ῥωμαίων στρατοπέδου κατασκοπῆς ἕνεκεν ἐπελθών, οὐ προϊδομένοις τὸ ἐσόμενον, ἕνα μὲν τῶν ἡγουμένων τριῶν ὄντων ἀνεῖλεν ἅμα τισὶ τῶν ὑπ’ αὐτῷ τεταγμένων, τρέψας δὲ τοὺς ἄλλους ἐγκρατὴς ἐγένετο στρατιωτικοῦ σημείου, δράκοντος ἐκτύπωμα φέροντος, οἷα φέρειν εἰώθασιν ἐν ταῖς μάχαις Ῥωμαῖοι.