Ancient Greek
Book 3, Chapter 18
Zosimus, Historia Nova 3.18.6
Not analysed yet
καὶ δίχα τῆς δημοσίας σιτήσεως ἧς εἶχον: τῶν δὲ ὅπλων ὅ̣?ʼα μὲν ἐπιτήδεια Ῥωμαίοις ἐδόκει πρὸς πόλεμον εἶναι, ταῦτα τῷ στρατοπέδῳ διεδόθη, τὰ δὲ Περσικῇ μόνον ἁρμόδια χρήσει, αὐτοῖς δὲ οὐκέτι, τὰ μὲν πυρὶ παρεδόθησαν, τὰ δὲ τῷ ποταμῷ φέρεσθαι καὶ καταδύεσθαι συνεχώρησαν. ἐντεῦθεν οὐχ ἡ τυχοῦσα τῷ Ῥωμαίων ἀξιώματι προσεγένετο δόξα, πόλεως μεγάλης καὶ τῶν ἐν Ἀσσυρίᾳ μετὰ Κτησιφῶντα μεγίστης, οὕτω τε ὠχυρωμένης, ἐν δύο μόναις ἡμέραις κατὰ κράτος ἁλούσης. ἐφ̓ οἷς ὁ βασιλεὺς φιλοφρονούμενος τὸ στράτευμα λόγοις τε καθήκουσιν ἐτίμα καὶ ἕκαστον ἀργυροῖς ἑκατὸν νομίσμασιν ἐδωρεῖτο.