Ancient Greek
Book 3, Chapter 26
Zosimus, Historia Nova 3.26.5
Not analysed yet
τῶν δὲ ἡγουμένων τοῦ στρατοῦ κατασκόπων εἰς χεῖρας ἐλθόντων μοίρᾳ τινὶ Περσικῇ, Μακαμαῖός τις γυμνὸς ὑπὸ προθυμίας ἐπιπεσὼν τέσσαρας μὲν ἀναιρεῖ, συστραφέντων δ̓ ἅμα πολλῶν ἐπ’ αὐτὸν κατασφάττεται. Μαῦρος δὲ ἀδελφὸς ὢν αὐτοῦ, τὸ σῶμα ἰδὼν ἐν μέσοις κείμενον Πέρσαις, ἁρπάζει τε αὐτὸ καὶ τὸν πρῶτον παίσαντα κτείνει. καὶ οὐκ ἀπεῖπε βαλλόμενος, ἄχρις ὅτε τὸν ἀδελφὸν ἔμπνουν ἔτι τῷ Ῥωμαίων στρατῷ παρέδωκεν.