Ancient Greek
3.27.1 to 3.27.2
Zosimus, Historia Nova 3.27.1-2
Not analysed yet
Ἐλθόντες δὲ εἰς πόλιν Βαρσαφθὰς τὸν χιλὸν εὗρον ὑπὸ τῶν βαρβάρων καταπρησθέντα. μοίρας δέ τινος Περσῶν ἅμα Σαρακηνοῖς ἐπιφανείσης, καὶ οὐδὲ ἄχρι θέας τὸν Ῥωμαϊκὸν στρατὸν ὑποστάσης ἀλλ̓ αὐτόθεν ἀφανοῦς γενομένης, κατ̓ ὀλίγους εἰς ταὐτὸ συνιόντες οἱ Πέρσαι συνειλεγμένοι τε εἰς πλῆθος ἤδη παρεῖχον ὑπόνοιαν ὡς ἐπελευσόμενοι τοῖς ὑποζυγίοις. τότε δὴ πρῶτος ἐνδὺς τὸν θώρακα ὁ βασιλεὺς παντὸς μὲν αὐτὸς προέδραμε τοῦ στρατεύματος, οἱ Πέρσαι δὲ οὐχ ὑπέμειναν, ἀλλ̓ εἰς τοὺς αὐτοῖς ἐγνωσμένους ἀποδρᾶναι διέγνωσαν τόπους. προϊὼν δὲ εἰς κώμην ἐλήλυθε Σύμβραν, ἥτις ἐν μέσῳ δυοῖν κεῖται πόλεων, αἷς ὀνόματα Νίσβαρα καὶ Νισχαναδάλβη.