Ancient Greek
Book 3, Chapter 29
Zosimus, Historia Nova 3.29.2
Not analysed yet
ἔτι δὲ τῆς τελευτῆς τοῦ βασιλέως οὔσης ἀδήλου, τῶν Ῥωμαίων ὁ στρατὸς ἐπὶ τοσοῦτον ἐκράτησεν ὥστε πεντήκοντα μὲν τῶν ἐν μεγίστῃ δυνάμει σατράπας πεσεῖν, καὶ ἐπὶ τούτοις Περσῶν ἄπειρον πλῆθος. ἐπεὶ δὲ ἡ τοῦ βασιλέως καταφανὴς ἐγένετο τελευτὴ καὶ ἀνέστρεψαν οἱ πολλοὶ ἐπὶ τὴν σκηνὴν ἔνθα νεκρὸς ἔκειτο, ἔτι μὲν ἔνιοι Ῥωμαίων ἐμάχοντο καὶ τῶν πολεμίων ἐκράτουν, λόχοι δέ τινες ἀπὸ φρουρίου Περσικοῦ τοῖς. ὑπὸ Ὁρμίσδην τεταγμένοις ἐπιθέμενοι κατέστησαν εἰς χεῖρας.