Ancient Greek
3.29.3 to 3.29.4
Zosimus, Historia Nova 3.29.3-4
Not analysed yet
μάχης δὲ καρτερᾶς γενομένης ἔπεσεν Ἀνατόλιος ὁ τῶν περὶ τὴν αὐλὴν ἡγούμενος τάξεων, ὃν καλοῦσι Ῥωμαῖοι μάγιστρον: καὶ Σαλούστιος ὁ τῆς αὐλῆς ὕπαρχος, ἐκπεσὼν τοῦ ἵππου, μικροῦ κατεσφάγη τῶν πολεμίων ἐπικειμένων, εἰ μὴ τῶν ὑπηρετῶν τις ἀποβὰς τοῦ ἵππου δέδωκεν αὐτῷ ῥᾳστώνην φυγῆς, συναποκλινάντων αὐτῷ καὶ τῶν ἀμφὶ τὸν βασιλέα δύο ταγμάτων, οὓς σκουταρίους προσαγορεύουσιν. ἐκ δὲ τῶν εἰς φυγὴν τετραμμένων ἄνδρες ἑξήκοντα μόνοι, σφῶν καὶ τοῦ Ῥωμαίων ἀξιώματος μεμνημένοι παραβαλλόμενοί τε ἄχρι θανάτου, τοῦ φρουρίου γεγόνασιν ἐγκρατεῖς ἀφ̓ οὗ τοῖς Ῥωμαίοις ἐπεξελθόντες οἱ Πέρσαι πλεονεκτεῖν ἔδοξαν: καὶ τρεῖς ἑξῆς ἡμέρας τῶν πολεμίων ἐφεδρευόντων, οὐκ ὀλίγου μέρους τοῖς πολιορκοῦσιν ἐπιθεμένου, περιεσώθησαν.