Ancient Greek
Book 3, Chapter 3
Zosimus, Historia Nova 3.3.4
Not analysed yet
Πραχθὲν δέ τι μετὰ τὴν νίκην τῷ Καίσαρι σιωπῇ παραδραμεῖν οὐ προσήκει. ἦν ἑξακοσίων ἱππέων ἴλη τῷ Καίσαρι, σφόδρα τὰ πολέμια γεγυμνασμένων. τούτων τῇ ῥώμῃ καὶ τῇ πείρᾳ θαρρῶν μέρος οὐ μικρὸν τῆς ἐλπίδος ἐν αὐτοῖς ἐσάλευεν. ἐπεὶ δὲ ἡ μάχη συνέστη, πάντες μὲν τὴν κατὰ δύναμιν ἐπιδεικνύμενοι προθυμίαν τοῖς πολεμίοις ἐνέκειντο, ὑπερτέρου δὲ πολλῷ τοῦ Ῥωμαϊκοῦ γενομένου στρατεύματος οὗτοι μόνοι πρὸς φυγὴν τραπέντες τὰς τάξεις ἀπέλιπον, ὥστε καὶ αὐτὸν τὸν Καίσαρα σὺν ὀλίγοις ἐπελάσαντα καλεῖν τε αὐτοὺς καὶ κοινωνεῖν τῆς νίκης παρακελεύεσθαι, τοὺς δὲ μηδὲ οὕτω μετασχεῖν ἐθελῆσαι τῆς μάχης.