Ancient Greek
Book 3, Chapter 3
Zosimus, Historia Nova 3.3.5
Not analysed yet
εἰκότως τοίνυν ὁ Καῖσαρ ἀχθόμενος ἐφ̓ οἷς τό γε ἧκον εἰς αὐτοὺς ἐκδεδώκασι τοῖς βαρβάροις τοὺς ὁμοφύλους, τὴν μὲν ἀπὸ τῶν νόμων ὡρισμένην τιμωρίαν αὐτοῖς οὐκ ἐπέθηκεν, ἀμφιέσας δὲ ἐσθῆτι γυναικείᾳ διὰ τοῦ στρατοπέδου παρήγαγεν ἐπ’ ἐξαγωγῇ, στρατιώταις ἀνδράσι χαλεπωτέραν θανάτου τὴν τοιαύτην ποινὴν ἡγησάμενος. καὶ ἀπέβη τοῦτο εἰς δέον αὐτῷ τε κἀκείνοις: ἐν γὰρ τῷ δευτέρῳ πρὸς Γερμανοὺς πολέμῳ τὴν ἐπιτεθεῖσαν αὐτοῖς αἰσχύνην ἔχοντες κατὰ νοῦν μόνοι σχεδὸν παρὰ πάντας τοὺς ἄλλους ἠρίστευσαν.