Ancient Greek
Book 3, Chapter 30
Zosimus, Historia Nova 3.30.1
Not analysed yet
Τότε τοίνυν τῶν ἐν τέλει πάντων ἅμα τῷ στρατοπέδῳ συνειλεγμένων βουλὴ προετίθετο τίνι δέοι παραδοθῆναι τὴν τῶν ὅλων ἡγεμονίαν, ὡς οὐχ οἵου τε ὄντος δίχα τοῦ πάντων ἡγησομένου τοὺς ἐπικειμένους ἐν μέσῃ τῇ πολεμίᾳ κινδύνους διαφυγεῖν. καὶ ψήφῳ κοινῇ βασιλεὺς Ἰοβιανὸς ἀναδείκνυται, Βαρρωνιανοῦ τοῦ τῶν δομεστίκων ἡγουμένου τάγματος παῖς.