Ancient Greek
Book 3, Chapter 30
Zosimus, Historia Nova 3.30.4
Not analysed yet
ἀπέθανον δὲ καὶ Ῥωμαίων τρεῖς λοχαγοὶ γενναίως ἀγωνισάμενοι, Ἰουλιανὸς καὶ Μαξιμιανὸς καὶ Μακρόβιος. διερευνώμενοι δὲ τοὺς κειμένους, καὶ ἐν τούτοις εὑρόντες τὸ Ἀνατολίου σῶμα, ταφῆς ἠξίωσαν ἧς ὁ καιρὸς ἐδίδου, πολεμίων πανταχόθεν ἐπικειμένων. ἡμέρας δὲ τέσσαρας προελθόντες καὶ πανταχόθεν ὑπὸ τῶν πολεμίων ἐνοχλούμενοι, διωκόντων μὲν ἐπὰν ὁδεύοντας ἴδοιεν, φευγόντων δὲ ὁπότε αὐτοῖς ἀντεπίοιεν Ῥωμαῖοι, γενομένης τινὸς εὐρυχωρίας αὐτοῖς τὸν Τίγριν περαιωθῆναι διέγνωσαν.