Ancient Greek
Book 3, Chapter 30
Zosimus, Historia Nova 3.30.5
Not analysed yet
ἀσκοὺς τοίνυν ἀλλήλοις συνδήσαντες καὶ ζεύγματα τρόπον τινὰ διὰ τούτων κατασκευάσαντες ἐποχούμενοί τε τούτοις διέβησαν. ὡς δὲ τῆς ἀντιπέρας ἐκράτησαν ὄχθης, τότε δὴ καὶ οἱ στρατηγοὶ σὺν τοῖς λειπομένοις ἐπ’ ἀδείας ἐπεραιώθησαν. οὐδὲ οὕτως δὲ τῶν Περσῶν ἀποστάντων ἀλλὰ σὺν πολλῷ πλήθει κατὰ πᾶν τῆς ὁδοῦ μέρος ἐπικειμένων, ἐν πᾶσιν ἦσαν οἱ Ῥωμαῖοι κινδύνοις, ὑπό τε τῶν περιεστώτων κακῶν καὶ προσέτι ἐνδείᾳ τροφῆς πιεζόμενοι.