Ancient Greek
Book 3, Chapter 7
Zosimus, Historia Nova 3.7.7
Not analysed yet
ἐπεὶ δὲ ἱκετηρίας αὐτοὺς ἐλεεινῶς προτεινομένους ὁμήρους ἀπῄτει τῶν ἐπισήμων τινὰς καὶ τούτοις ἅμα τὸν τοῦ βασιλέως υἱόν, εἰς θρῆνον οἰκτρότατον καταστὰς ὁ τῶν βαρβάρων ἡγούμενος ὤμνυε δακρύων ὡς ἀπόλοιτο μ̣̔?ʼτὰ τῶν ἄλλων αὑτῷ καὶ ὁ υἱός. τότε τοίνυν ἐλεήσας ὁ Καῖσαρ δάκρυα πατρὸς τόν τε παῖδα αὐτῷ δείκνυσιν ἐν εὐπαθείᾳ τρεφόμενον, καὶ φήσας ἔχειν ἐν ὁμήρου τάξει, καὶ σὺν αὐτῷ τῶν εὖ γεγονότων ἄλλους ὁμήρους λαβών, ἐφιλοτιμήσατο τὴν εἰρήνην ἐφ̓ ᾧ μηδέποτε κατὰ Ῥωμαίων χεῖρας ἆραι.