Ancient Greek
Book 3, Chapter 8
Zosimus, Historia Nova 3.8.1
Not analysed yet
Ταῦτα οὕτως διαθεὶς ὁ Καῖσαρ Σαλίους τε καὶ Κουάδων μοῖραν καὶ τῶν ἐν τῇ Βαταουίᾳ νήσῳ τινὰς τάγμασιν ἐγκατέλεξεν, ἃ καὶ νῦν ἐφ̓ ἡμῶν ἔτι δοκεῖ περισώζεσθαι. κατὰ δὲ τοὺς αὐτοὺς χρόνους Κωνστάντιος ὁ βασιλεὺς ἦν κατὰ τὴν ἑῴαν τὰ Περσῶν ἔχων ἐν φροντίδι μόνα καὶ τοῖς ἐκεῖσε πολέμοις ἐγκαρτερῶν: τά τε γὰρ ὑπὲρ τὰς Ἄλπεις ἔθνη καλῶς εἶχεν αὐτῷ τῇ τοῦ Καίσαρος κυβερνώμενα προνοίᾳ, καὶ Ἰταλία πᾶσα καὶ Ἰλλυριοὶ κίνδυνον εἶχον οὐδένα, τῶν ὑπὲρ τὸν Ἴστρον βαρβάρων δέει τοῦ μὴ διὰ Γαλατίας τὸν Καίσαρα διαβάντα τὸν Ἴστρον αὐτοῖς ἐπελθεῖν σωφρονούντων.