Ancient Greek
3.9.5 to 3.9.7
Zosimus, Historia Nova 3.9.5-7
Not analysed yet
Ἐντεῦθεν ἅπασι φανερὰ γέγονεν ἡ πρὸς Ἰουλιανὸν Κωνσταντίου δυσμένεια. καὶ Κωνστάντιος μὲν πρὸς ἐμφύλιον παρεσκευάζετο πόλεμον, Ἰουλιανῷ δὲ δυσχεραίνειν ἐπὶ τοῖς συμβεβηκόσιν ἐπῄει, ὡς, εἰ μέλλοι τῷ τὴν ἀρχὴν αὐτῷ δεδωκότι τοῦ Καίσαρος πολεμεῖν, ἀχαρίστου παρὰ τοῖς πολλοῖς ἀποίσεται δόξαν. ὄντι δὲ περὶ ταῦτα καὶ πᾶσαν γνώμην ἀνακυκλοῦντι, σφόδρα τε ὀκνηρῶς ἔχοντι πρὸς ἐμφύλιον πόλεμον, ἔδειξε δἰ ἐνυπνίου τὸ θεῖον αὐτῷ τὸ ἐσόμενον: ἐν Βιέννῃ γὰρ διατρίβοντι κατ̓ ὄναρ ὁ Ἥλιος ἐδόκει δεικνύναι τοὺς ἀστέρας αὐτῷ, λέγειν τε ταῦτα τὰ ἔπη Ζεὺς ὅταν εἰς πλατὺ τέρμα πέλῃ κλυτοῦ Ὑδροχόοιο, Παρθενικῆς δὲ Κρόνος μοίρῃ βαίνῃ ἐπὶ πέντε εἰκοστῇ, βασιλεὺς Κωνστάντιος Ἀσίδος αἴης τέρμα φίλου βιότου στυγερὸν καὶ ἐπώδυνον ἕξει. τούτῳ τῷ ἐνυπνίῳ θαρρήσας εἴχετο μὲν κατὰ τὸ σύνηθες αὐτῷ τῆς τῶν κοινῶν πραγμάτων ἐπιμελείας, ἐπεὶ δὲ ἦν ἔτι χειμών, τὰ μὲν ὅσα περὶ τοὺς βαρβάρους τῆς δεούσης ἠξιοῦτο προνοίας, ὥστε, εἰ δεήσει καὶ τῶν ἄλλων αὐτὸν ἀντιλαβέσθαι πραγμάτων, ἐν ἀσφαλείᾳ πάσῃ τὰ ἐν Κελτοῖς πράγματα μεῖναι, παρεσκευάζετο δέ, Κωνσταντίου κατὰ τὴν ἑῴαν ὄντος, τὴν αὐτοῦ προκαταλαβεῖν ἐπιχείρησιν.